Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.32.1 | Hdt. 2.32.5 (English) | >>Hdt. 2.33.2 |
2.32.4 τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασσαν ἀπʼ Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης , ἣ τελευτᾷ τῆς Λιβύης , παρήκουσι παρὰ πᾶσαν Λίβυες καὶ Λιβύων ἔθνεα πολλά , πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι · τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ θάλασσαν κατηκόντων ἀνθρώπων , τὰ κατύπερθε θηριώδης ἐστὶ ἡ Λιβύη · τὰ δὲ κατύπερθε τῆς θηριώδεος ψάμμος τε ἐστὶ καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων .
2.32.5 εἶπαι ὦν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων , ὕδασί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους , ἰέναι τὰ πρῶτα μὲν διὰ τῆς οἰκεομένης , ταύτην δὲ διεξελθόντας ἐς τὴν θηριώδεα ἀπικέσθαι , ἐκ δὲ ταύτης τὴν ἔρημον διεξιέναι , τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον ,
2.32.6 διεξελθόντας δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα , καί σφεας προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων καρποῦ , ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικρούς , μετρίων ἐλάσσονας ἀνδρῶν , λαβόντας δὲ ἄγειν σφέας · φωνῆς δὲ οὔτε τι τῆς ἐκείνων τοὺς Νασαμῶνας γινώσκειν οὔτε τοὺς ἄγοντας τῶν Νασαμώνων ·
2.32.7 ἄγειν τε δὴ αὐτοὺς διʼ ἑλέων μεγίστων , καὶ διεξελθόντας ταῦτα ἀπικέσθαι ἐς πόλιν ἐν τῇ πάντας εἶναι τοῖσι ἄγουσι τὸ μέγαθος ἴσους , χρῶμα δὲ μέλανας . παρὰ δὲ τὴν πόλιν ῥέειν ποταμὸν μέγαν , ῥέειν δὲ ἀπὸ ἑσπέρης αὐτὸν πρὸς ἥλιον ἀνατέλλοντα , φαίνεσθαι δὲ ἐν αὐτῷ κροκοδείλους .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.32.1 | Hdt. 2.32.5 (English) | >>Hdt. 2.33.2 |